ἐπεί

ἐπεί
ἐπεί conj.
a temporal, c. aor. ind., after, when

τοῦ ἐράσσατο Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθώ O. 1.26

Ἀχιλλέα τ' ἔνεικ, ἐπεὶ Ζηνὸς ἦτορ λιταῖς ἔπεισε, μάτηρ O. 2.79

φθέγξατ' ἐπεὶ κατὰ γαἶ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14

βασιλεὺς δ, ἐπεὶ πετράεσσας ἐλαύνων ἵκετ' ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα O. 6.47

τερπνᾶς δ' ἐπεὶ λάβεν καρπὸν Ἥβας, ἐκάλεσσε Ποσειδᾶν O. 6.57

δράκοντες, ἐπεὶ κτίσθη νέον, οἱ δύο μὲν κάπετον O. 8.37

ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτέατον O. 10.26

ἀλλ' ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν,

σέλας δ' ἀμφέδραμεν λάβρον Ἁφαίστου, τότ ἔειπεν P. 3.38

τοί μ' ἐπεὶ πάμπρωτον εἶδον φέγγος, κρύβδα πέμπον” i. e. as soon as P. 4.111

ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο P. 4.188

ἐπεὶ δ' ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν, ἐκάλει P. 4.191

κεῖνόν γε καὶ βαρύκομποι λεόντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν P. 5.59

μόλον, καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον P. 5.84

τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν P. 9.80

ἔνθ' Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.121

μάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἔλυσε δόμους ἁβρότατος P. 11.33

ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος P. 12.18

ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἑπεὶ μόλεν, ὡς κροκωτὸν σπάργανον ἐγκατέβα N. 1.35

Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν N. 7.35

ὁ δ' ὄλβῳ φέρτατος ἵκετ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις Τηλεβόας ἔναρεν N. 10.14

ἐπεὶ δ' ἄλκιμον νέκυν ἐν τάφῳ πολυστόνῳ θέντο Πηλείδαν, ἦλθον ἄγγελοι Pae. 6.98

ἀνδροδάμαντα δ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέος οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον fr. 166. 1.
b causal, =

γάρ. Μοῖσα δ' οὕτω ποι παρέστα μοι . ἐπεὶ στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος O. 3.6

ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.27

ἀλλά νιν οὐκ εἴασεν. ἐπεὶ εἶπε O. 7.61

ποτὶ καὶ τὸν ἵκοντ. ἐπεὶ νεφέλᾳ παρελέξατο P. 2.36

πέμψεν κασιγνήταν ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος P. 3.34

ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν P. 4.122

τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον . ἐπεὶ θαητὸν εἶδος ἔπλετο P. 9.108

ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.31

ὑπέρτατος Ἁγησιμάχοἰ ὑέων γένετο. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον

ἀρετᾶς ἦλθον N. 6.23

ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν. ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν N. 6.46

διὰ τὸν ἁδυεπῆ Ὅμηρον. ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.22

(by entertaining the Dioskouroi they have become great athletes)

ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοῖραν διέποντι N. 10.51

πότμον ἀμπιπλάντες ὁμοῖον. ἐπεὶ τοῦτον εἵλετ' αἰῶνα N. 10.57

χορεύων τὰν ἁλιερκέα Ἰσθμοῦ δειράδ. ἐπεὶ στεφάνους ἓξ ὤπασεν Καδμοῦ στρατῷ ἐξ ἀέθλων I. 1.10

μὴ φθονεραῖσι φέρειν γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων ξυνὸν ὀρθῶσαι καλόν I. 1.45

ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν I. 8.31

Δωρίων ἔλαχεν σελίνων. ἐπεὶ περικτίονας ἐνίκασε I. 8.64

ἔσχον Δᾶλον, ἐπεί σφιν Ἀπόλλων δῶκεν Ἀστερίας δέμας οἰκεῖν Pae. 5.40

ἐπεὶ αυ[ Πα. 7B. 13. πατρῶἰ ἐπεί[ Θρ. 4. 12. following impv.: “κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαιςO. 1.79

δίδοι τέ οἱ αἰδοίαν χάριν . ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν εὐθυπορεῖ O. 7.90

ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον. ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία O. 9.37

κλῦτ, ἐπεὶ εὔχομαι O. 14.5

μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν μηδὲ τούσδ ὕμνους. ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν I. 2.45

Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν I. 8.67

following a wish:

θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς. ἐπεί νιν αἰνέω O. 4.14

ἐν τίν κ' ἐθέλοι εὐτυχῶς ναίειν . ἐπεὶ τετραόροισιν ὥθ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.93

introducing parenthesis:

ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἔπακτον στυγερώτατος O. 10.88

introducing example: τεκμαίρομαι ἔργοισιν Ἡρακλέος. ἐπεὶ Γηρυόνα βόας ἔλασεν fr. 169. 6. introducing question: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεν, τίς ἂν φράσαι δύναιτο; O. 2.98 ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν; O. 9.29 ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον; P. 7.5
c fragg. ]

διὰ θυρᾶν ἐπειδ[ Pae. 20.7

]ἐπεὶ πάντα[ ?fr. 334a. 11.

Lexicon to Pindar. . 2010.

Игры ⚽ Поможем сделать НИР

Look at other dictionaries:

  • επεί — ἐπεί (AM) (σύνδ.) επειδή*. [ΕΤΥΜΟΛ. < επ εί. Σύνδεσμος με χρονική και αιτιολογική σημασία που μαρτυρείται ήδη από τον Όμηρο. Το επεί προήλθε από την πρόθεση επ(ί) ως α συνθετικό (πρβλ. βοιωτ. οπ(ί) και από το ει ως β συνθετικό. Ενίοτε… …   Dictionary of Greek

  • επεί η — ἐπεὶ ᾖ (Α) επειδή πραγματικά («ἐπεὶ ἦ μάλα πολλὰ μεταξύ», Ομ. Ιλ.) …   Dictionary of Greek

  • ἐπεί — after that indeclform (conj) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἔπει — ἔπειμι 2 ibo pres ind act 2nd sg ἔπος vácas neut nom/voc/acc dual (attic epic) ἔπεϊ , ἔπος vácas neut dat sg (epic ionic) ἔπος vácas neut dat sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἐπεῖ — ἔπειμι 1 sum pres ind act 2nd sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἕπει — ἕπομαι pres ind mp 2nd sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • Ἄλλην μὲν ἐξηντλοῦμεν ἡ δ’ἐπεὶ ρέει. — См. Близко локоть, да не укусишь …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Κρεῖττον ἤν, φίλε, μή ἐλθεῖν σε ἐπεὶ δ’ ἦλθες κἂν χάθισον. — См. Садись, гость будешь …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • ἔπε' — ἔπει , ἔπειμι 2 ibo pres ind act 2nd sg ἔπεα , ἔπος vácas neut nom/voc/acc pl (epic ionic) ἔπει , ἔπος vácas neut nom/voc/acc dual (attic epic) ἔπεϊ , ἔπος vácas neut dat sg (epic ionic) ἔπει , ἔπος vácas neut dat sg ἔπεε , ἔπος vácas neut… …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἔπειπερ — ἔπει , ἔπος vácas neut nom/voc/acc dual (attic epic) ἔπεϊ , ἔπος vácas neut dat sg (epic ionic) ἔπει , ἔπος vácas neut dat sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • κἀπεί — ἐπεί , ἐπεί after that indeclform (conj) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

Share the article and excerpts

Direct link
Do a right-click on the link above
and select “Copy Link”